Ἑλληνικά

ΣΥΜΠΟΣΙΟΝ ἤτοι ΚΟΝΒΙΒΙΟΥΜ, σύνοδός ἐστι μαθητθῶν γλώττης Λατινικῆς τε καὶ Ἑλληνικῆς, πρὸς τούτοις καὶ κλασσικῆς ἀρχαιολογίας τῶν ἐν τῷ πανεπιστημίῳ τοῦ Ἕλσιγκι φοιτώντων. Ἱδρυθεῖσα τῷ μετά Χριστὸν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ (,αϠ ξ´ ἢ ΧΠΗΗΗΗΠΔ), ἔστι τῶν γε ἔτι ζωσῶν συνόδων των ἐν τῷ ἡμετέρῳ πανεπιστεμίῳ πολυχρονιωτάτων.

Διαγιγνόμεθα οὖν συμπαίζοντές τε καὶ διαλεγόμενοι τοῖς ἡμετέροις, ἵνα ὅτι ἄριστα τὰς μελέτας ἡμῶν καταπραξώμεθα. Συναντώμεθα μὲν ἡμεῖς οἱ μαθηταὶ δὶς τοῦ μηνός, ἐπετείας δὲ πανηγύρεις κατασκευαζόμεθα τεττάρας. κατὰ μὲν τοὺς Ῥωμαίους αὗται αἱ πανηγύρεις Λατινιστὶ ἐπονομάζονται, μεταφρασθεῖεν δ´ ἂ ὧδέ πως· ἀγῶνες Ῥωμαϊκοὶ καὶ Κρόνια καὶ Λυκαϊκα καὶ Ἀνθικά. προσέτι καὶ ἄλλως πολλάκις συναντώνται οἱ ἑταῖροι τῆς συνόδου ΣΥΜΠΟΣΙΟΝ.

Advertisement